John 9

The Greek New Testament with the Berean Standard Bible. Click any Greek word for its meaning, lexicon entry and every place it occurs.

Greek: the critical text with the Berean Standard Bible

Jesus Heals the Man Born Blind

1

Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.

Now as Jesus was passing by, He saw a man blind from birth,

3

Ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.

Jesus answered, “Neither this man nor his parents sinned, but this happened so that the works of God would be displayed in him.

5

ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.

While I am in the world, I am the light of the world.”

8

Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;

At this, his neighbors and those who had formerly seen him begging began to ask, “Isn’t this the man who used to sit and beg?”

9

ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν, ἄλλοι ἔλεγον· οὐχί, ἀλλ᾽ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.

Some claimed that he was, but others said, “No, he just looks like him.” But the man kept saying, “I am the one.”

12

καὶ εἶπαν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.

“Where is He?” they asked. “I do not know,” he answered.

The Pharisees Investigate the Healing

13

Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν·

They brought to the Pharisees the man who had been blind.

15

πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην καὶ βλέπω.

So the Pharisees also asked him how he had received his sight. The man answered, “He put mud on my eyes, and I washed, and now I can see.”

16

ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι δὲ ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.

Because of this, some of the Pharisees said, “This man is not from God, for He does not keep the Sabbath.” But others said, “How can a sinful man perform such signs?” And there was division among them.

17

λέγουσιν οὖν τῷ τυφλῷ πάλιν· τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.

So once again they asked the man who had been blind, “What do you say about Him, since it was your eyes He opened?” “He is a prophet,” the man replied.

22

Ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.

His parents said this because they were afraid of the Jews. For the Jews had already determined that anyone who confessed Jesus as the Christ would be put out of the synagogue.

25

Ἀπεκρίθη οὖν ἐκεῖνος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.

He answered, “Whether He is a sinner I do not know. There is one thing I do know: I was blind, but now I see!”

26

εἶπον οὖν αὐτῷ τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;

“What did He do to you?” they asked. “How did He open your eyes?”

27

Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;

He replied, “I already told you, and you did not listen. Why do you want to hear it again? Do you also want to become His disciples?”

28

καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.

Then they heaped insults on him and said, “You are His disciple; we are disciples of Moses.

31

οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.

We know that God does not listen to sinners, but He does listen to the one who worships Him and does His will.

33

εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

If this man were not from God, He could do no such thing.”

Spiritual Blindness

35

ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;

When Jesus heard that they had thrown him out, He found the man and said, “Do you believe in the Son of Man?”

36

ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;

“Who is He, Sir?” he replied. “Tell me so that I may believe in Him.”

37

εἶπεν αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.

“You have already seen Him,” Jesus answered. “He is the One speaking with you.”

38

ὁ δὲ ἔφη· πιστεύω, κύριε, καὶ προσεκύνησεν αὐτῷ.

“Lord, I believe,” he said. And he worshiped Jesus.

39

καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.

Then Jesus declared, “For judgment I have come into this world, so that the blind may see and those who see may become blind.”

40

ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;

Some of the Pharisees who were with Him heard this, and they asked Him, “Are we blind too?”

41

εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. νῦν δὲ λέγετε ὅτι βλέπομεν, ἡ ἁμαρτία ὑμῶν μένει.

“If you were blind,” Jesus replied, “you would not be guilty of sin. But since you claim you can see, your guilt remains.”

Sources: STEPBible TAGNT (Greek New Testament, CC BY 4.0); the Berean Standard Bible (public domain). Reformatted by Word Study, wording unchanged. All sources and licenses.